Πολλὰ γάρ͵ εὖτε πτόλις δαμασθῇ͵ Ἐή͵ δυστυχῆ τε πράσσει Ἄλλος δ ́ ἄλλον ἄγει͵ φονεύ- Ει͵ τὰ δὲ πυρφορεῖ· καπνῷ Χραίνεται πόλισμ ́ ἅπαν· Μαινόμενος δ΄ ἐπιπνεῖ λαοδάμας Μιαίνων εὐσέβειαν Ἄρης Κορκορυγαὶ δ΄ ἀν΄ ἄστυ͵ περὶ δ΄ ὁρκάνα Πυργῶτις͵ πρὸς ἀνδρὸς δ΄ ἀνὴρ Δόρει κλίνεται· Γᾶ δ΄ αἰάζει τὰν ἐγγαίαν ἥβαν